Ancient Greek
Section 15b
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 15b
Not analysed yet
⟨. . . ⟩τὴν δὲ μεταβολὴν θάνατόν φασιν εἶναι, διὰ τὸ τὸ μὲν σῶμα διαλύεσθαι, τὴν δὲ ζωὴν εἰς τὸ ἀφανὲς χωρεῖν [τὰ διαλυόμενα]. τούτῳ τῷ λόγῳ, φίλτατέ μοι Ἑρμῆ, καὶ τὸι κόσμον [δεισιδαίμων ὡς] ⟨δι᾽ αἰῶνός⟩ [ἀκούεις] φημι μεταβάλλεσθαι, διὰ τὸ γίνεσθαι μέρος ⟨τι τῆς ζωῆς⟩ αὐτοῦ καθ᾽ ἐκάστην ἡμέραν ἐν τῷ ἀφανεῖ, μηδέποτε ⟨δὲ⟩ διαλύεσθαι. καὶ ταῦτά ἐστι τὰ τοῦ κόσμου πάθη, ⎡δινήσεις τε καὶ κρύψεις· καὶ ἡ μὲν δίνησις στροφή, ἡ δὲ κρύψις ἀνανέωσις⎤·