Ancient Greek
Section 16b
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 16b
Not analysed yet
ἐπεὶ οὖν ὁ κόσμος παντόμορφος γέγονεν, ὁ ποιήσας τί ἂν εἴη; ἄμορφος μὲν γὰρ μὴ γένοιτο· εἰ δὲ καὶ αὐτὸς παντόμορφος, ὅμοιος ἔσται τῷ κόσμῳ. ἀλλὰ μίαν ἔχων μορφήν, κατὰ τοῦτο ἐλάττων ἔσται τοῦ κόσμου. τί οὖν φῶμεν αὐτὸν εἶναι; μὴ εἰς ἀπορίαν τὸν λόγον περιστήσωμεν· οὐδὲν γὰρ ἄπορον περὶ τοῦ θεοῦ νοουμένοιϲ. μίαν οὖν ἔχει ἰδέαν, [εἴ τις ἔστιν αὐτοῦ ἰδέα,] ἥτις ταῖς ὄψεσιν οὐχ ὑποσταίη· ἀσώματος ⟨γάρ⟩.