Ancient Greek
Section 3
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 3
Not analysed yet
πηγὴ μὲν οὖν πάντων ὁ θεός, [οὐσία δὲ ὁ αἰών, ὕλη δὲ ὁ κόσμος,] δύναμις δὲ τοῦ θεοῦ ὁ αἰών, ἔργον δὲ τοῦ αἰῶνος ὁ κόσμος, γενόμενος οὔποτε, καὶ ἀεὶ γινόμενος ὑπὸ τοῦ αἰῶνος. διὸ οὐδὲ φθαρήσεταί ποτε· αἰὼν γὰρ ἄφθαρτος. οὐδὲ ἀπολεῖταί τι τῶν ἐν τῷ κόσμῳ, τοῦ κόσμου ὑπὸ τοῦ αἰῶνος ἐμπεριεχομένου. [ἡ δὲ τοῦ θεοῦ [[σοφία]] ⟨οὐσία⟩ τί[ς] ἐστι; τὸ ἀγαθὸν καὶ τὸ καλόν.] [καὶ ἡ ⟨⟨σοφία⟩⟩ εὐδαιμονία καὶ [ἡ] πᾶσα ἀρετή.]