Ancient Greek
Section 8b
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 8b
Not analysed yet
καὶ ὅτι πάντα ταῦτα γεννητά, ὦ φίλτατε Ἑρμῆ, οὐκέτι ἐμοῦ χρῄζεις μαθεῖν. καὶ γὰρ σώματά ἐστι, καὶ ψυχὴν ἔχει, ⟨ᾗ⟩ καὶ κινεῖται· ταῦτα δὲ εἰς ἓν συνελθεῖν ἀδύνατον χωρὶς τοῦ συναγόντος. δεῖ οὖν ⟨τοιοῦτόν⟩ τινα εἶναι, ⟨⟨καὶ⟩⟩ τοῦτον [[καὶ]] πάντως ἕνα.