Ancient Greek
Section 1c
Corpus Hermeticum, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ] 1c
Not analysed yet
νοήσεως δὲ ὁ νοῦς διαφέρει τοσοῦτον ὅσον ὁ θεὸς θειότητος. ἡ μὲν γὰρ θειότης ὑπὸ τοῦ θεοῦ γίνεται, ἡ δὲ νόησις ὑπὸ τοῦ νοῦ, ἀδελφὴ οὖσα τοῦ λόγου. καὶ ὄργανα ⟨ταῦτα⟩ ἀλλήλων· οὔτε γὰρ ὁ λόγος [[ἐκφωνεῖται]] ⟨. . . ⟩χωρὶς νοήσεως, οὔτε ἡ νόησις [φαίνεται] ⟨⟨ἐκφωνεῖται⟩⟩ χωρὶς λόγου.