Ancient Greek
Section 4a
Corpus Hermeticum, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ] 4a
Not analysed yet
τοῦ γὰρ θεοῦ τὰ σπέρματα ὀλίγα, μεγάλα μέν⟨τοι⟩ καὶ καλὰ καὶ ἀγαθά, ἀρετὴ καὶ σωφροσύνη καὶ εὐσέβεια. εὐσέβεια δέ ἐστι θεοῦ γνῶσις· ὃν ὁ ἐπιγνούς, πλήρης γενόμενος πάντων τῶν ἀγαθῶν, τὰς νοήσεις θείας ἴσχει, καὶ οὐ τοῖς πολλοῖς ὁμοίας.