Ancient Greek
Section 10
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 10
Not analysed yet
ἐκεῖνο δέ μοι ἔτι διασάφησον· ἔλεγες γὰρ τὸν νοῦν ἐν τοῖς ἀλόγοις ζῴοις φύσεως δίκην ἐνεργεῖν, συνεργοῦντα αὐτῶν ταῖς ὁρμαῖς. αἱ δὲ ὁρμαὶ τῶν ἀλόγων ζῴων, ὡς οἶμαι, πάθη εἰσίν· εἰ δὲ καὶ ὁ νοῦς συνεργεῖ ταῖς ὁρμαῖς, αἱ δὲ ὁρμαὶ πάθη, καὶ ὁ νοῦς ἄρα παθ⟨ητ⟩ός ἐστι, συγχρω[μα]τίζων τοῖς πάθεσιν. —Εὖγε, ὦ τέκνον· γενναίως πυνθάνῃ, δίκαιον δὲ κἀμὲ ἀποκρίνασθαι.