Ancient Greek
Section 20a
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 20a
Not analysed yet
κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι ἕκαστον τῶν ζῴων ἑνὶ μέρει ἐπιφοιτᾷ τοῦ κόσμου, τὰ μὲν ἔνυδρα τῷ ὕδατι, τὰ δὲ χερσαῖα τῇ γῇ, τὰ δὲ μετάρσια τῷ ἀέρι· ὁ δὲ ἄνθρωπος τούτοις πᾶσι χρῆται, γῇ, ὕδατι, ἀέρι [πυρί]· ὁρᾷ δὲ καὶ οὐρανόν, ἅπτεται δὲ καὶ τούτου αἰσθήσει.