Ancient Greek
Section 1
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 1
Not analysed yet
τοῖς τῆς παμμούσου μελῳδίας τὴν ἁρμονίαν ἐπαγγελλομένοις εἰ κατὰ τὴν ἐπίδειξιν ἐμπόδων τῇ προθυμίᾳ γένηται ἡ τῶν ὀργάνων ἀναρμοστία, [καταγέλαστον τὸ ἐπιχείρημα· τῶν γὰρ ὀργάνων ἐξασθενούνταων πρὸς τὴν χρείαν, τὸν μουσουργὸν ἀνάγκη παρὰ τῶν θεωρῶν ἐπιτωθάζεσθαι.] [ὁ μὲν γὰρ ἀκάματον [εὐγνωμόνως ἀποδίδωσι τὴν τέχνην, τῶν δὲ τὸ ἀσθενὲς καταμέμφεται ⟨. . . ⟩.] [[ὁ γάρ τοι κατὰ φύσιν μουσικὸς θεὸς καὶ τῶν ᾠδῶν ἁρμονίαν οὐ μόνον ἐργαζόμενος ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος ὀργάνων τῆς οἰκείας μελῳδίας τὸν ῥυθμὸν παραπέμπων ἀκάματός ἐστιν]] [ὁ θεός· οὐ γὰρ πρὸς θεοῦ τὸ κάμνειν.]