Ancient Greek
Section 3
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 3
Not analysed yet
οὑτωσὶ δὲ καὶ ἡμῶν τῆς περὶ τὸ σῶμα ἀσθενείας χάριν μή τις τῶν θεωρῶν καταμέμψηται ⟨τὴν τέχνην⟩· [εὐσεβῶς] [[τὸ ἡμέτερον γένος]], ἀλλὰ γινωσκέτω ὡς ἀκάματον μὲν [ἐστι] ⟨τὸ⟩ πνεῦμα ⟨. . . ⟩ὁ θεὸς ⟨εἰς⟩ ⟨⟨τὸ ἡμέτερον γένος⟩⟩. ⟨⟨ὁ γάρ τοι ⟨⟨θεός⟩⟩, κατὰ φύσιν μουσικὸς [[θεὸς]] ⟨ὑπάρχων⟩, καὶ [τῶν ᾠδῶν] ἁρμονίαν οὐ μόνον ⟨ἐν τῷ παντὶ⟩ ἐργαζόμενος, ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος [ὀργάνων] τῆς οἰκείας μελρδίας τὸν ῥυθμὸν παραπέμπων, ἀκάματός ἐστιν,⟩⟩ ἀεὶ [δὲ καὶ] ὡσαύτως ἔχων τῆς [οἰκείας] ἐπιστήμης, [διηνεκὴς δὲ ταῖς εὐδαιμονίαις,] εὐεργεσίαις δὲ ταῖς αὐταῖς διὰ παντὸς κεχρημένος.