Ancient Greek
Section 6
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 6
Not analysed yet
ἀλλὰ δὴ ὁρῷ τινα τῶν τεχνιτῶν [καὶ χωρὶς τῆς κατὰ λύραν ἐνεργείας], εἴ ποτε πρὸς μεγαλοφυῆ ὑπόθεσιν εἴη παρεσκευασμένος, [ὥσπερ αὐτῷ πολλάκις ὀργάνῳ κεχρημένον] [καὶ τὴν τῆς νευρᾶς θεραπείαν] ⟨τὴν λύραν⟩ δι᾽ ἀπορρήτων ἐναρμοσάμενον, ὡς ἂν τὸ χρειῶδες εἰς τὸ μεγαλοπρεπὲς θεμένοΥ οἱ ἀκροαταὶ ὑπερεκπλήττοιντο. [λέγεται μὲν δὴ ⟨ὡς⟩ καί τινος τεχνίτου κιθαρῳδίαν διαγωνιζομένου, τῆς νευρᾶς ῥαγείσης, ὑπὸ τοῦ κρείττονος] λέγεται μὲν δή τινα κιθαρπόν, τὸν τῆς μουσουργίας ἔφορον θεὸν ἔχοντα εὐμενῆ, ἐπειδὴ ἐναγώνιον τὴν κιθαρῳδίαν ποιουμένῳ [ἡ] νευρὰ ῥαγεῖσα πρὸς ἐμπόδιον τῆς ἀθλήσεως αὐτῷ γεγένηται, ⟨. . . ⟩[τὸ παρὰ τοῦ κρείττονος εὐμενὲς ⟨. . . ⟩τὴν νευρὰν ἀνεπλήρωσεν αὐτῷ, κοίτης εὐδοκιμήσεως πάρεσχε τὴν χάριν.] ἀΝτὶ μὲν γὰρ τῆς νευρᾶς αὐτῷ τέττιγα κατὰ πρόνοιαν τοῦ κρείττονος ἐφιζάνοντα ἀναπληροῦν τὸ μέλος, [καὶ τῆς νευρᾶς φυλάττειν τὴν χώραν,] τὸν κιθαρῳδὸν δὲ [τῇ τῆς νευρᾶς ἰάσει] τῆς λύπης παυσάμενον τῆς νίκης ἐσχηκέναι τὴν εὐδοκίμησιν.