Ancient Greek
Section 7b
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 7b
Not analysed yet
τοιγάρτοι τὸ πέρας τῆς ⎡ὠφελείας⎤ἐστ[α]ὶ βασιλέων εὔκλεια, καὶ ⟨⟨ἐκ⟩⟩ τῶν [[ἐξ]] ἐκείνων τροπαίων ἡ τοῦ λόγου προθυμία. ἄγε δὴ ἴωμεν· τοῦτο γὰρ [[ὁ μουσουργὸς]] ⟨ὁ θεὸς⟩ βούλεται· [ἄγε δὴ σπεύσωμεν· τοῦτο γὰρ ὁ μουσουργὸς θέλει,] [καὶ πρὸς τοῦτο τὴν λύραν ἥρμοσται·] καὶ ⟨⟨ὁ μουσουργὸς⟩⟩ λιγυρώτερον μελῳδήσει, [καὶ προσηνέστερα μουσουργήσει,] ὅσῳπερ τὰ τῆς ὑποθήκης μείζονα [τὴν ᾠδὴν] ἔχει.