Ancient Greek
Section 10a
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 10a
Not analysed yet
οὗτος ὁ θεοῦ ὀνόματος κρείττων. οὗτος ὁ ἀφανής, οὗτος ὁ φανερώτατος. οὗτος ὁ τῷ νοΐ θεωρητός, οὗτος ὁ τοῖς ὀφθαλμοῖς ὁρατός. οὗτος ὁ ἀσώματος, ⟨οὗτος⟩ ὁ πολυσώματος, μᾶλλον δὲ παντο[ς]σώματος. οὐδέν ἐστιν [[οὗτος]] ὃ οὐκ ἔστι⟨ν⟩ ⟨⟨οὗτος⟩⟩· πάντα γὰρ ⟨ἃ⟩ ἔστι καὶ οὗτός ἐστι. καὶ διὰ τοῦτο αὐτὸς ὀνόματα ἔχει ἅπαντα, ὅτι ἑνὸς ⟨αὐτοῦ πάντα⟩ ἐστὶ πατρός· καὶ διὰ τοῦτο αὐτὸς ὄνομα οὐκ ἔχει, ὅτι πάντων ἐστὶ πατήρ.