Ancient Greek
Section 1b
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 1b
Not analysed yet
⟨. . . ⟩⎡οὐ γὰρ ἂν ἦν εἰ ἀφανὲς ἦν. ⎤πᾶν γὰρ τὸ φαινόμενον γεννητόν· ἐφάνη γάρ. τὸ δὲ ἀφανὲς ἀεὶ ἔστι· τοῦ γὰρ φανῆναι οὐ χρῄζει. ⟨. . . ⟩ἀεὶ γὰρ ἔστι· καὶ τὰ ἄλλα πάντα φανερὰ ποιεῖ, αὐτὸς ἀφανὴς ὤν, ὡς ἀεὶ ὤν. ⟨πάντα οὖν⟩ φανερῶν, αὐτὸς οὐ φανεροῦται, οὐκ αὐτὸς γεννώμενος ἐν φαντασίᾳ, [[δὲ]] πάντα ⟨⟨δὲ⟩⟩ φαντασιῶν. ἡ γὰρ φαντασία μόνων τῶν γεννητῶν ἐστίν· οὐδὲν γάρ ἐστιν ἢ φαντασία ἡ γένεσις. ὁ δῊ εἷς ἀγέννητος ⟨ὢν⟩ δῆλον ὅτι καὶ ἀφαντασίαστος· ⟨εἰ δὲ ἀφαντασίαστος,⟩ καὶ ἀφανής.