Ancient Greek
Section 7
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 7
Not analysed yet
ἴδε πόσαι τέχναι μίας ὕλης, καὶ πόσα ἔργα ⟨ἐν⟩ μιᾷ περιγραφῇ· καὶ πάντα περικαλλῆ, καὶ πάντα μεμετρημένα, πάντα δὲ ἐν διαφορᾷ. τίς πάντα ταῦτα ἐποίησε; ποία μήτηρ, ποῖος πατήρ, εἰ μὴ ὁ ἀφανὴς θεός, ⟨ὁ⟩ τῷ ἑαυτοῦ θελήματι πάντα δημιουργήσας;