Ancient Greek
Section 3
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 3
Not analysed yet
—Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν, καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν; —Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε.