Ancient Greek
166 to 181
Corpus Parisinum, Pars Vi Cod Digby 6 166-181
Not analysed yet
Ῥώμυλος ἐγκαλούμενος ὅτι πονηροῖς ἀνθρώποις σύνεστιν ἔφη· "καὶ οἱ ἰατροὶ τοῖς νοσοῦσιν, ἀλλ’ αυτοὶ ὑγιαίνουσιν." Ὁ αὐτὸς ἔφη τὸν μὲν κέραμον ἐκ τοῦ κόμπου δοκιμάζεσθαι, τὸν δὲ ἄνθρωπον ἐκ τοῦ λόγου. Ὁ αὐτὸς ἔφη τὴν ἀρετὴν ἀδέσποτον εἶναι. Ὁ αὐτὸς νεανίσκον ἰδὼν ἀθλητικὸν οἴνῳ καὶ κρεωφαγίᾳ καὶ ἀσκήσει σάρκα πολλὴν ὑποτρέφοντα εἶπεν· "ὦ δαιμόνιε, παῦσαι καθ’ ἑαυτοῦ ποιῶν τὸ δεσμωτήριον ἰσχυρόν." Ῥώμην μεγίστην καὶ πλοῦτον τὴν ἐγκράτειαν κτῆσαι. Ῥυπαρὸς ὑπάρχων οὐχ ἕξεις ἄριστον φίλον. Ῥᾳδίως μὴ μακαρίσῃς ἄνθρωπον σαλεύοντα ἐπὶ φίλοις ἢ τέκνοις ἤ τινι τῶν ἐφήμερον τὴν σωτηρίαν ἐχόντων· ἐπισφαλῆ γὰρ τὰ τοιαῦτα, τὸ δὲ ἑφ’ ἑαυτοῦ ὀχεῖσθαι τοῦ θεοῦ μόνου βέβαιον. Ὁ αὐτὸς παρεκελεύετο τοῖς ἀνθρώποις ταχέως ἐκ τοῦ βίου ἀπιέναι ὥσπερ ἐκ συμποσίου πρὸ τῆς παροινίας. Ὁ αὐτὸς ἐρωτηθεὶς ὁποία πόλις ἄριστα διοικεῖται ἔφη· "οἱ μὲν ἄνθρωποι νόμοι, οἱ δὲ νόμοι ἄνθρωποι." Ὁ αὐτὸς ἔφη τὰ πάθη τοῖς ἀνθρώποις μαθήματα εἶναι περὶ τὸν βίον· πολλοὶ γὰρ οὐ δυνάμενοι τῷ λόγῷ προορᾶν τὸ μέλλον τῷ πάσχειν ᾔσθοντο τὰ πράγματα. Σωκράτης ὁ φιλόσοφος ἐρωτηθεὶς τί ἥδιστον ἐν τῷ βίῳ ἔφη· "παιδεία καὶ ἀρετὴ καὶ ἱστορία τῶν ἀγνοουμένων." Ὁ αὐτὸς ἐρωτηθεὶς τί κτῆμα συμφερώτατον εἶπε· "φίλος βέβαιος." Ὁ αὐτὸς ἐπὶ πενίᾳ τινὰ λυπούμενον ἰδὼν ἐντυχὼν ὅτε τοὺς πλουσίους οἱ τριάκοντα τύραννοι ἀνῄρουν "μή τι ἐστιν," εἶπεν, "μεταμελεία πενομένῳ;" Ὁ αὐτὸς εἶπε τῆς αὐτῆς ἁμαρτίας εἶναι τὸ διδόναι οἷς μὴ δεῖ καὶ τὸ μὴ διδόναι οἷς δεῖ. Σόλων ἔλεγε τὸν λόγον εἴδολον εἶναι τῶν ἔργων. Ταῶς εἰς δεῖπνον παρασκευάζεσθαι μέλλων ἁπλώσας τὰς πτέρυγας εἶπεν· "εἰ μὲν πολλῶν κρεῶν ὁρᾷς με ἔχοντα καὶ θύσον, εἰ δὲ τῇ τῶν πτερῶν ποικιλίᾳ κεκόσμημαι φεῖσαι σαρκὸς ὀλίγης κεκοσμημένης."