Ancient Greek
108 to 117
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 108-117
Not analysed yet
Λεωνίδης ὁ Λακεδαιμόνιος ὀλίγους ἔχων στρατιώτας εἰς τὴν πρὸς τοὺς Πέρσας μάχην ἐξεπορεύετο· εἰπόντος δέ τινος ὅτι μετ’ ὀλίγων παντελῶς ἐκπορεύεται εἶπεν· "ἀλλὰ μετὰ βουλομένων." Ὁ αὐτὸς χωλὸν ἔχων τὸ σκέλος ἐπὶ παράταξιν προῆγεν· εἰπόντων δέ τινων ὅτι "τοιοῦτος ὢν πῶς ἐπὶ παράταξιν ἀπῄεις;" εἶπεν· "οὐ φευγόντων, ἀλλ’ ἑστώτων χρεία." Λάκων ἀσθενῶς τὸ σῶμα διακείμενος ἐπὶ παράταξιν προῆγεν· λεγόντων δέ τινων αὐτῷ "ποῦ τοιοῦτος ὢν πορεύῃ;" ἔφη· "ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν." Ὁ αὐτὸς παιδαγωγὸς ἐρωτηθεὶς ὑπό τινος τί διδάσκει τοὺς παῖδας εἶπε· "τὰ καλὰ αὐτοῖς ἡδέα φαίνεσθαι." Λύσιππος ὁ ἀνδριαντοποιὸς ἐρωτηθεὶς ὑπό τινος "διὰ τί δήμῳ ἀνδριάντα ποιῶν ὦτα οὐ περιέθηκας;" εἶπε· "δῆμος ἀκοῇ οὔποτε τίθεται, αὐθαδείᾳ δὲ μᾶλλον." Λᾶσος ὁ Ἑρμιονεὺς ἐρωτηθεὶς ὑπό τινος τί εἴη σοφώτατον "πεῖρα" ἔφη. Λαβών τι παρά τινος εὐθὺς ἀπόδος ἵνα πάλιν λάβῃς. Λόγος πραγμάτων ἑρμηνεύς· τῶν φαύλων οὖν ἔργων καὶ τοὺς λόγους παραιτητέον· καὶ ὃ οὐκ ἂν πράξῃς μηδὲ δείξῃς. Λυπεῖν ἑκουσίως τοὺς φίλους ἀφροσύνης ἴδιον ὑπάρχει. Λάλει τὰ μέτρια καὶ μὴ λάλει ἃ μή σε δεῖ.