Ancient Greek
12 to 16
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 12-16
Not analysed yet
Ἀριστοτέλης θεασάμενος νεανίσκον κατωφρυωμένον, μηδὲν δὲ ἐπιστάμενον "νεανίσκε," ἔφη, "οἷος μὲν δοκεῖς σεαυτῷ εἶναι ἐγὼ γενοίμην, οἷος δὲ τῇ ἀληθείᾳ ὑπάρχεις τοιοῦτοί μου οἱ ἐχθροὶ γένοιντο." Ὁ αὐτὸς ἰδὼν νεανίσκον σπουδάζοντα περὶ τὰς θέας "ὅρα," ἔφη, "νεανίσκε, μὴ σπουδάζων περὶ τὸ θεᾶσθαι ἑτέρους αὐτὸς ἄξιος θέας γένῃ." Ὁ αὐτὸς ἔλεγε· "τὸν μὲν διδόντα χάριν χρὴ παραχρῆμα ἐπιλανθάνεσθαι, τὸν δὲ λαβόντα διὰ παντὸς μεμνῆσθαι." Αἴσωπος ὀνειδιζόμενος ὅτι χαλεπὴν ἔχει τὴν ὄψιν ἔφη· "μή μου τὸ εἶδος, ἀλλ’ εἰς τὸν νοῦν πρόσεχε." Ἄριστον καὶ πρῶτον μάθημά ἐστιν ἐν ἀνθρώποις πράττειν τὰ χρηστά, ἀπομαθεῖν δὲ τὰ κακά.