Ancient Greek
126 to 133
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 126-133
Not analysed yet
Νικοκλῆς κακοῦ τινος ἰατροῦ λέγοντος ὅτι μεγάλην δύναμιν ἔχει ἔφη· "πῶς γὰρ οὐ μέλλεις λέγειν ὡς τοσούτους ἀνῃρηκὼς ἀνεύθυνος γέγονας;" Ὁ αὐτὸς τοὺς ἰατροὺς εὐτυχεῖς ἔλεγεν ὅτι τὰς μὲν ἐπιτυχίας αὐτῶν ὁ ἥλιος ὁρᾷ, τὰς δὲ ἀποτυχίας ἡ γῆ καλύπτει. Νομικῷ φλυάρῳ ἔφη τις· "οὐ δεῖ ἐν πολλοῖς λέγειν ὀλίγα, ἀλλ’ ἐν ὀλίγοις πολλά." Νεανίσκου ἐν συμποσίῳ πολλὰ λαλοῦντός τις τῶν συνανακειμένων εἶπεν· "εἰ τοσαῦτα ἐφρόνεις ὅσα λαλεῖς οὐκ ἂν τοσαῦτα ἠσχημόνεις." Νεανίσκου ἐν θεάτρῳ ἐναβρυνομένου καὶ λέγοντος "πολλοῖς ὡμίλησα σοφοῖς" εἶπέ τις· "κἀγὼ πολλοῖς πλουσίοις, ἀλλὰ πλούσιος οὔκ εἰμι." Ὁ αὐτὸς τοῖς παισὶ συνεβούλευεν αἰδῶ δεῖν καταλιπεῖν ἢ χρυσόν. Ὁ αὐτὸς ἔφη· "οὐ καλὸν πεπαιδευμένον ἐν ἀπαιδεύτοις διαλέγεσθαι ὥσπερ οὐδὲ νήφοντα μεθύουσιν." Ὁ αὐτὸς ἔφη δεῖν κρίναντας φιλεῖν ἢ φιλήσαντας κρίνειν.