Ancient Greek
145 to 154
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 145-154
Not analysed yet
Οἰνοπίδης ὁρῶν μειράκιον πολλὰ βιβλία κτώμενον ἔφη· "μὴ τῇ κιβωτῷ, ἀλλὰ τῷ στήθει." Ὁ αὐτὸς ἔλεγε· "τὰ βιβλία τῶν μὲν μεμαθηκότων ὑπομνήματά εἰσι, τῶν δὲ ἀμαθῶν μνήματα." Ὁ αὐτὸς λέγοντος αὐτῷ τινος ὅτι "φιλῶ σε" "ἄλλος," ἔφη, "αἴτιος, οὐκ ἐγώ." Ὁ αὐτὸς εἶπε· "τὸν νοῦν παραίτιον δαίμονα τοῖς μὲν οὖν πεπαιδευμένοις ἀγαθόν, τοῖς δὲ ἀπαιδεύτοις κακὸν δεῖ εἶναι." Ὁ αὐτὸς πρὸς τὸν συμβουλευόμενον ὑπὲρ τοῦ γαμεῖν ἔφη· "ὥσπερ οἱ ἰχθύες, ὦ νεανίσκε, οἱ περὶ τοὺς κύρτους οἱ μὲν ἔξωθεν ὄντες βούλονται εἰσελθεῖν, οἱ δὲ ἔνδον ὄντες βούλονται ἐξελθεῖν, οὕτω καὶ σὺ ὅρα μὴ τὸ αὐτὸ πάθῃς." Ὁ αὐτὸς ἔφη· "ὁποία ἡ φύσις τοῦ ἀνθρώπου ἐστὶ τοιοῦτος καὶ ὁ λόγος." Ὁ αὐτὸς καταδικασθεὶς ὑπὸ Ἀθηναίων κατακρημνισθῆναι τῆς γυναικὸς Ξανθίππης κλαιούσης καὶ λεγούσης "ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις" εἶπε πρὸς αὐτήν· "σὺ οὖν ἐβούλου με δικαίως ἀποθνῄσκειν;" Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος "πότε μᾶλλον ἀγωνιᾷς;" εἶπεν· "ὅταν πρὸς ἥττονας λέγω· ληφθέντι γὰρ μέγα ὄνειδος ἐπακολουθεῖ, νικήσαντι δὲ οὐκ ἴσος ἔπαινος." Ὁ αὐτὸς ἔφη· "καλόν ἐστι συζῆν γυναικὶ θυμώδει χάριν ἀσκήσεως· καὶ γὰρ τοὺς ἱππέας ἐθίζεσθαι δεῖ τραχέσιν ἵπποις κεχρῆσθαι· τούτων γὰρ κρατήσαντες καὶ τῶν ἄλλων ῥᾳδίως κρατήσουσιν." Ὁ αὐτὸς εἰπόντος αὐτῷ τινος ὅτι "Ἀθηναῖοί σου θάνατον ἐψηφίσαντο" ἔφη· "πρὸ αὐτῶν δὲ ἡ φύσις."