Ancient Greek
155 to 165
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 155-165
Not analysed yet
Πρωταγόρας ἔλεγε μηδὲν εἶναι μήτε τέχνην ἄνευ μελέτης μήτε μελέτην ἄνευ τέχνης. Ποιμὴν ἀρνίον ἀπολέσας ηὔχετο τῷ Διΐ· "ἐὰν τὸν κλέπτην εὕρω θύσω σοι κριόν·" καὶ εἰσελθὼν ἐν σπηλαίῳ εὗρε λέοντα τοῦ ἀρνοῦ καταδεδραγμένον καὶ στὰς εἶπε· "πρώην μὲν κριόν σοι ὑπεσχόμην ἐὰν τὸν κλέπτην εὕροιμι, νῦν δὲ ἐὰν τὰς αὐτοῦ χεῖρας ἐκφύγω ἀντὶ κριοῦ ταῦρόν σοι προσενέγκω." Πειρατῇ τινι ἐκπεσόντι εἰς τὴν γῆν καὶ διαφθειρομένῳ χειμῶνος περιβόλαιόν τις ἄρας δέδωκε καὶ εἰς τὴν οἰκίαν εἰσαγαγὼν τὰ ἑξῆς πάντα παρέσχεν· ὀνειδισθεὶς δὲ ὑπό τινος ὅτι τοὺς πονηροὺς εὐεργετεῖ "οὐ τὸν ἄνθρωπον," ἔφη, "ἀλλὰ τὸ ἀνθρώπινον τετίμηκα." Ποσειδίππου. Οὐδεὶς ἀλύπως τὸν βίον διήγαγεν ἄνθρωπος ὤν, οὐδ’ ἄχρι τοῦ τέλους ἔμεινεν εὐτυχῶν. Πιττακὸς ἐρωτηθείς ποτε τί ἄριστον εἶπε· "τὸ παρὸν εὖ ποιεῖν." Πρὸς τὸν φάσκοντα δεῖν σπουδαῖον ζητεῖν ἄνθρωπον ἔφη· "ἀλλ’ ἐὰν ζητῇς οὐχ εὑρίσκεις." Πολλοῖς ὁ καιρὸς ἐπὶ πᾶσι τοῖς πράγμασι γίνεται διδάσκαλος. Πατρὸς ἐπιτίμησις ἡδὺ φάρμακον· πλεῖστον γὰρ ἔχει τὸ ὠφελοῦν τοῦ δάκνοντος. Πολλῶν κακῶν ἐπικάλυμμά ἐστιν ὁ πλοῦτος. Πᾶς ἄνθρωπος τοιοῦτός ἐστιν ἐν τοῖς οἰκείοις οἷος πέφυκεν, ἐν δὲ τοῖς ἀλλοτρίοις οἷος βούλεται· νικᾷ γὰρ ὑπόκρισις ἀλήθειαν. Πένης τελευτῶν ἔφη· "σῴζου πενία μοχθηρὰ καὶ δυσχερὲς καὶ πολυδέσποτε."