Ancient Greek
166 to 175
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 166-175
Not analysed yet
Ῥώμυλος ἐγκαλούμενος ὅτι πονηροῖς ἀνθρώποις σύνεστιν ἔφη· "καὶ οἱ ἰατροὶ τοῖς νοσοῦσιν, ἀλλ’ αὐτοὶ ὑγιαίνουσιν." Ὁ αὐτὸς ἔφη τὸν μὲν κέραμον ἐκ τοῦ κόμπου δοκιμάζεσθαι, τὸν δὲ ἄνθρωπον ἐκ τοῦ λόγου. Ὁ αὐτὸς ἔφη τὴν ἀρετὴν ἀδέσποτον εἶναι. Ὁ αὐτὸς νεανίσκον ἰδὼν ἀθλητικὸν οἴνῳ καὶ κρεοφαγίᾳ καὶ ἀσκήσει σάρκα πολλὴν ὑποτρέφοντα εἶπεν· "ὦ δαιμόνιε, παῦσαι καθ’ ἑαυτοῦ ποιῶν τὸ δεσμωτήριον ἰσχυρόν." Ῥώμην μεγίστην καὶ πλοῦτον τὴν ἐγκράτειαν κτῆσαι. Ῥυπαρὸς ὑπάρχων οὐχ ἕξεις ἄριστον φίλον. Ῥᾳδίως μὴ μακαρίσῃς ἄνθρωπον σαλεύοντα ἐπὶ φίλοις ἢ τέκνοις ἤ τινι τῶν ἐφήμερον τὴν σωτηρίαν ἐχόντων· ἐπισφαλῆ γὰρ τὰ τοιαῦτα, τὸ δὲ ἐφ’ ἑαυτοῦ ὀχεῖσθαι τοῦ θεοῦ μόνου βέβαιον. Ὁ αὐτὸς παρεκελεύετο τοῖς ἀνθρώποις ταχέως ἐκ τοῦ βίου ἀπιέναι ὥσπερ ἐκ συμποσίου πρὸ τῆς παροινίας. Ὁ αὐτὸς ἐρωτηθεὶς ποία πόλις ἄριστα διοικεῖται ἔφη· "οἱ μὲν ἄνθρωποι νόμοι, οἱ δὲ νόμοι ἄνθρωποι. Ὁ αὐτὸς ἔφη τὰ πάθη τοῖς ἀνθρώποις μαθήματα εἶναι περὶ τὸν βίον· πολλοὶ γὰρ οὐ δυνάμενοι τῷ λόγῷ προορᾶν τὸ μέλλον τῷ πάσχειν ᾔσθοντο τὰ πράγματα.