Ancient Greek
176 to 186
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 176-186
Not analysed yet
Σωκράτης ὁ φιλόσοφος ἐρωτηθεὶς τί ἥδιστον ἐν τῷ βίῳ ἔφη· "παιδεία καὶ ἀρετὴ καὶ ἱστορία τῶν ἀγνοουμένων." Ὁ αὐτὸς ἐρωτηθεὶς τί κτῆμα συμφερώτατον εἶπε· "φίλος βέβαιος." Ὁ αὐτὸς ἐπὶ πενίᾳ τινὰ λυπούμενον ἰδὼν ἐντυχὼν ὅτε τοὺς πλουσίους οἱ τριάκοντα τύραννοι ἀνῄρουν "μή τι ἐστιν," εἶπε, "μεταμελεία πενωμένῳ;" Ὁ αὐτὸς εἶπε τῆς αὐτῆς ἁμαρτίας εἶναι τὸ διδόναι οἷς μὴ δεῖ καὶ τὸ μὴ διδόναι οἷς δεῖ. Σόλων ἔλεγε τὸν λόγον εἴδωλον εἶναι τῶν ἔργων. Ταῶς εἰς δεῖπνον παρασκευάζεσθαι μέλλων ἁπλώσας τὰς πτέρυγας εἶπεν· "εἰ μὲν πολλῶν κρεῶν ὁρᾷς με ἔχοντα καὶ θῦσον, εἰ δὲ τῇ τῶν πτερῶν ποικιλίᾳ κεκόσμημαι φεῖσαι σαρκὸς ὀλίγης κεκοσμημένης." Στίλπων ὁ Μεγαρικὸς φιλόσοφος ἁλούσης τῆς πατρίδος αὐτοῦ ὑπὸ Δημητρίου τοῦ τυράννου καὶ διαρπαγείσης ἀναχθεὶς ἐπὶ τὸν βασιλέα καὶ ἐρωτώμενος εἴ τι δὴ αὐτὸς ἀπώλεσε "τῶν ἐμῶν μὲν οὐδέν," ἔφη, "τὸν γὰρ λόγον καὶ τὴν παιδείαν ἔχω, τὰ δὲ λοιπὰ διὰ τί μᾶλλον ἐμὰ ἢ οὐχὶ τῶν πολιορκούντων;" Ὁ αὐτὸς ἠρωτήθη τῆς πόλεως αὐτοῦ διαρπαζομένης ὑπὸ Δημητρίου "μὴ καὶ τῶν σῶν, Στίλπων, τί διαφορεῖται;" ἔφησεν· "οὐδέν· οὐδὲ γὰρ πώποτε ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους· ἄλλως τε οὐδένα στρατιωτῶν ἀρετὴν ἐπ’ ὤμων ἐκφέροντα εἶδον." Στρατόνικος ἰατρὸν κολακεύων ἔλεγεν· "ἐπαινῶ σου τὴν ἐμπειρίαν ὅτι οὐκ ἐᾷς τοὺς ἀρρώστους κατασαπῆναι τάχιον αὐτοὺς τοῦ ζῆν ἀπαλλάσσων." Σόφου καὶ παντὸς ἀνθρώπου πεῖραν ἐκ τῶν ἀποδείξεων δεῖ λαμβάνειν ἢ ἐκ τῶν λόγων. Σιωπῆς εὐκαίρου χρησιμώτερον οὐδέν.