Ancient Greek
187 to 193
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 187-193
Not analysed yet
Τιμόθεος ἔφη· "ὥσπερ τοῖς νοσοῦσιν ἰατροὶ σωτῆρές εἰσιν οὕτω καὶ τοῖς ἀδικουμένοις οἱ νόμοι." Τὸ πολλὰ τολμᾶν πολλὰ ἁμαρτάνειν ποιεῖ. Τοὺς ἀγαθοὺς ἄνδρας βίον λαμπρὸν δεῖ ἀντὶ μακροῦ αἱρεῖσθαι. Τόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν οὔτε ἀφροσύνην ἀφαιρέονται. Ὁ αὐτὸς ἐπερωτῶν Kροῖσoν τί παρὰ τῆς βασιλείας ἔσχε τιμιώτατον ἐκεῖνος ἔφη "τὸ τοὺς ἐχθροὺς μετελθεῖν καὶ φίλους εὐεργετεῖν·" "πόσῳ μᾶλλον," ἔφη, "χαριέστερον ἐποίησας εἰ καὶ τούτους εἰς φιλίαν μετετρόπωσας." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ὄφελος τοῖς ψευδομένοις ἐκ τοῦ ψεύδους ἔφη· "τὸ κἂν ἀληθῆ λέγωσι μὴ πιστεύεσθαι." Ὁ αὐτὸς ἔλεγεν ἐκεῖνον μόνον βασιλέα εἶναι τὸν δυνάμενον ἄρχειν τῶν οἰκείων παθῶν.