Ancient Greek
194 to 201
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 194-201
Not analysed yet
Ὑπερίδης ἔφη δεῖν τὸν ἀγαθὸν ἐπιδείκνυσθαι ἐν μὲν τοῖς λόγοις ἃ φρονεῖ, ἐν δὲ τοῖς ἔργοις ἃ ποιεῖ. Ὁ αὐτὸς ἔλεγε κακῶν ἀνθρώπων φεύγειν φιλίαν καὶ ἀγαθῶν ἔχθραν. Ὕμνους τῷ θεῷ, ἐπαίνους δὲ τοῖς ἀνθρώποις παρέχειν δεῖ. Ὑπό τινος δολίου σοφὸς ὀνειδιζόμενος ἐπὶ τῷ ἀξιώματι μὴ τιμηθῆναι εἶπεν· "ἐμοὶ μὲν ἀξίωμα ὑπάρχει ἡ παιδεία, σοὶ δὲ δόξα ὑπάρχει ἡ ἀφροσύνη." Ὑπερηφανία μέγιστον κακὸν ἐν ἀνθρώποις ὑπάρχει. Ὑγιαίνων νοσεῖ πᾶς περίεργος ὁ τὰ ἀλλότρια πολυπραγμονῶν. Ὑπὲρ εὐσεβείας καὶ μανθάνειν δεῖ καὶ λαλεῖν παρρησίᾳ. Ὑφ’ ἡδονῆς σώφρων οὐδέποτε ἁλίσκεται.