Ancient Greek
202 to 210
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 202-210
Not analysed yet
Φίλιππος ὁ βασιλεὺς ἔλεγε τὸν βασιλέα δεῖν μνημονεύειν ὅτι ἄνθρωπος ὢν ἐξουσίαν εἴληφεν ἰσόθεον ἵνα προαιρῆται μὲν καλὰ καὶ θεῖα, φωνῇ δὲ ἀνθρωπίνῃ χρῆται. Ὁ αὐτὸς τὸν πλούσιον καὶ ἀπαίδευτον ἔφησε ῥύπον εἶναι περιηργυρωμένον. Φιλόξενος ὁ ποιητὴς εἰπόντος τινὸς διὰ τί Σοφοκλῆς χρηστὰς παρεισάγει τὰς γυναῖκας, αὐτὸς δὲ φαύλας εἶπεν· "ὅτι Σοφοκλῆς μὲν οἵας δεῖ εἶναι τὰς γυναῖκας λέγει, ἐγὼ δὲ οἷαί εἰσιν." Ὁ αὐτὸς παρῄνει τοῖς γνωρίμοις προτιμᾶν τῶν γονέων τοὺς διδασκάλους ὅτι οἱ μὲν γονεῖς τοῦ ζῆν μόνον, οἱ δὲ διδάσκαλοι καὶ τοῦ καλῶς ζῆν αἴτιοι γεγόνασιν. Ὁ αὐτὸς ἰδὼν μειράκιον ἐρυθριᾶσαν ἔφη· "θάρρει· τοιοῦτον γὰρ ἔχει ἡ ἀρετὴ τὸ χρῶμα." Φαύλην πρᾶξιν ἐσθλὸς λόγος οὐκ ἀμαυροῖ οὔτε πρᾶξιν ἀγαθὴν λόγου βλασφημία λυμαίνεται. Φιλεῖν ἀκαίρως ἶσον ἐστὶ τοῦ μισεῖν. Φίλον γνήσιον ἐν κακοῖς μὴ φοβοῦ. Φιλόσοφος ἔχων δύο μαθητὰς ἕνα μὲν ἀφυῆ φιλόπονον δέ, ἕτερον δὲ εὐφυῆ ἀργὸν δέ, εἶπεν· "ἀμφότεροι ἀπόλλυσθε ὅτι σὺ μὲν θέλων οὐ δύνῃ, σὺ δὲ δυνάμενος οὐ θέλεις."