Ancient Greek
211 to 217
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 211-217
Not analysed yet
Χρύσιππος ἐρωτηθεὶς "διὰ τί λιτὸς εἶ ἔχων χρήματα πολλά;" εἶπε· "τὸ μέλλον οὐκ εἰδὼς ἵνα ἐάν τι γένηται μὴ ξενίζωμαι." Ὁ αὐτὸς εἰπόντος αὐτῷ τινος "ὁ φίλος σὲ λάθρᾳ λοιδορεῖ" εἶπε· "μὴ ἔλεγχε αὐτὸν ἵνα μὴ φανερῶς αὐτὸ μέλλῃ ποιεῖν." Ὁ αὐτὸς ὑπὸ πονηροῦ πολλὰ λοιδορηθεὶς ἔφη· "κάλλιστα ἐποίησας μηδέν σοι τῶν προσόντων παραλιπών." Ὁ αὐτὸς ἐρωτηθεὶς τίνα ἐστὶ τὰ ἐν Ἅιδου εἶπεν· "οὔτε ἐγὼ πεπόρευμαι οὔτε τῶν ἐκεῖσέ τινι συντετύχηκα." Ὁ αὐτὸς ἐρωτηθεὶς τί δύσκολόν ἐστιν ἔφη· "μάλιστα τὸ τὰ ἀπόρρητα σιωπῆσαι καὶ σχολὴν εὖ διαθέσθαι καὶ ἀδικούμενον δύνασθαι φέρειν. Χαῖρε ἐπὶ τοῖς συμβαίνουσι τῶν ἀγαθῶν καὶ λυποῦ μετρίως ἐπὶ τοῖς συμβαίνουσι τῶν κακῶν. Χειμαζόμενος σoφὸς ἐν τῇ θαλάσσῃ ἠρώτησε τὸν κυβερνήτην πόσον εἴη πάχος οἱ τῆς νεὼς τοῖχοι, τοῦ δὲ φήσαντος "δακτύλων δύο" ἔφη· "τοσοῦτον ἀπέχομεν τοῦ βίου."