Ancient Greek
218 to 222
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 218-222
Not analysed yet
Ψιττακὸς ὁ φιλόσοφος τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων θεοῦ τι μέρος ἔλεγεν ἔχειν. Ὁ αὐτὸς ἔλεγε μὴ φιλήσαντα κρίνειν, ἀλλὰ κρίναντα φιλεῖν. Ψυχῆς μέγας χαλινός ἐστιν ὁ νοῦς. Ψυχὴν σώματος ἀναγκαιότερον ἰᾶσθαι· τοῦ γὰρ κακῶς ζῆν τὸ τεθνάναι κρεῖσσον. Ψευδόμενος οὐδεὶς λανθάνει χρονίσας.