Ancient Greek
223 to 228
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 223-228
Not analysed yet
Ὡρίων ὁ φιλόσοφος εἶπεν· "ὅπερ σὺ μισεῖς παρ’ ἑτέρων σοὶ γενέσθαι τοῦτο εἰς ἑτέρους μὴ ποίει. Ὁ αὐτὸς ἰδὼν νεανίαν φιλοπονοῦντα ἔφη· "κάλλιστον ὄψον τῷ γήρατι ἀρτύεις." Ὡς μέγα τὸ μικρόν ἐστι δοθὲν ἐν καιρῷ δέοντι. Ὧν οἱ τρόποι σκολιοὶ τούτων χαλεπαὶ καὶ τῶν πραγμάτων αἱ ἐκβάσεις. Ὥσπερ τὸν ἐν δημοκρατείᾳ πολιτευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν οὕτω καὶ τὸν ἐν μοναρχίᾳ κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν. Ὡς ἡδὺ τὴν θάλατταν ἀπὸ γῆς ὁρᾶν οὕτως ἡδὺ τῷ σωθέντι μεμνῆσθαι τῶν πόνων.