Ancient Greek
37 to 47
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 37-47
Not analysed yet
Δεῖ πάντα μὲν ἀκούειν, ἐκλέγειν δὲ τὰ κρείττονα. Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ Ἀριστίππου τί αὐτῷ ἐγένετο ἐκ φιλοσοφίας εἶπε· "τὸ πλουτεῖν μηδὲ ὀβολὸν ἔχοντα." Ὁ αὐτὸς ἀκούσας τινὸς λέγοντος ὡς χαλεπὸν τὸ ζῆν "οὔ μὲν οὖν," ἔφη, "τὸ ζῆν κακόν, ἀλλὰ τὸ ζῆν κακῶς." Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι "καταγελῶσί σου οἱ ἄνθρωποι" ἔφη· "ἐγὼ δὲ οὐ καταγελῶμαι." Ὁ αὐτὸς πρὸς τὸν λοιδουρούμενον αὐτῷ "ἀλλ’ οὔτε ἐμοί," ἔφη, "πιστεύει τις εὐφημοῦντί σε οὔτε σοὶ ἐμὲ βλασφημοῦντι." Ὁ αὐτὸς ἐρωτώμενος πῶς ἄν τις ἀμύναιτο τὸν ἐχθρὸν εἶπεν· "εἰ σύ γε καλὸς καὶ ἀγαθὸς αὐτῷ γένοιο." Ὁ αὐτὸς ἔλεγεν· "εἰ τὸ θανεῖν με μένει καὶ τὸ ζῆν με λυπεῖ τί μάτην οὐκ αἰτοῦμαι κέρδος τὸν τῆς λύπης χρόνον;" Ὁ αὐτὸς ἐλθών ποτε εἰς Μέγαρα καὶ θεασάμενος Μεγαρέων τὰ πρόβατα διφθέραις εἱλημένα, τοὺς δὲ υἱοὺς αὐτῶν γυμνοὺς αὐτὰ ποιμαίνοντας ἔφη· "κρεῖσσόν ἐστι Μεγαρέων κριὸν εἶναι ἢ υἱόν." Δημήτριος ὁ Φαληρεὺς εἶπε τοὺς ἀστείους τῶν νέων ἐν μὲν ταῖς οἰκίαις τοὺς γονεῖς δεῖ μιμεῖσθαι, ἐν δὲ τῇ ὁδῷ τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς. Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί δυσκολώτατόν ἐστιν ἐν βίῳ εἶπεν· "ὁ τῇ σιωπῇ ὤν." Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τίνι οἱ φιλόπονοι τῶν ῥᾳθύμων διαφέρουσιν εἶπεν· "ὡς οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐλπίσιν ἀγαθαῖς."