Ancient Greek
48 to 50
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 48-50
Not analysed yet
Εὐριπίδης ὁ τῶν τραγωδιῶν ποιητὴς φακῆν ἕψων καὶ μὴ ἔχων ξύλα ἀνελόμενος ξόανον Ἡρακλέους ἐγγὺς ἑστηκὸς ἐπέθηκε τῇ ἑστίᾳ εἰπών· "Ἡράκλεις, τρισκαιδέκατόν σοι τοῦτον ἆθλον Εὐριπίδης ἐπέθηκεν ἐπὶ φακῆν ἑψήσας." Ὁ αὐτός ἔφη ῥήτορας μηδαμῶς εἶναι πρὸς τοὺς ἀγαθούς, πρὸς δὲ τοὺς συκοφάντας μόνον μισθοῦσθαι τοὺς ῥήτορας· καὶ γὰρ τοὺς κύνας οὐ πρὸς τὰ πρόβατα, ἀλλὰ πρὸς τοὺς λύκους οἱ ποιμένες τρέφουσιν. Εὐκλείδης ὁ φιλόσοφος ἐρωτώμενος ὑπό τινος ὁποῖοί τινές εἰσιν οἱ θεοὶ καὶ τίνι χαίρουσι "τὰ μὲν ἄλλα οὐκ οἶδα," εἶπε, "τοὺς μέντοι φιλοπράγμονας ὅτι μισοῦσιν ἀσφαλῶς οἶδα."