Ancient Greek
52 to 57
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 52-57
Not analysed yet
Ὁ αὐτὸς ἐπικαλουμένου τινὸς τὸν θάνατον ἐπὶ τέκνων ἀπωλείᾳ ἔφη· "τί αὐτὸν καλεῖς, ἄνθρωπε, ὃν κἂν μὴ καλέσῃς ἥξει;" Ὁ αὐτὸς τοῦ ἀδελφοῦ εἰπόντος κατ’ ὀργὴν οὐ πρότερον ἀποθανεῖσθαι εἰ μὴ ἀμυνεῖται αὐτὸν "ἀλλ’ ἐγώ," ἔφη, "οὐ πρότερον ἀποθανοῦμαι εἰ μὴ σὲ φιλαίτατον ποιήσομαι." Ἐμπεδοκλῆς ὁ φυσικὸς πρὸς τὸν λέγοντα ὅτι "οὐδένα σοφὸν εὑρεῖν δύναμαι" "κατὰ λόγον," εἶπε, "τὸν γὰρ ζηλοῦντα σοφὸν αὐτὸν πρότερον εἶναι δεῖ σοφόν." Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί σφόδρα ἀγανακτεῖ κακῶς ἀκούων ἔφη· "ὅτι οὐδὲ ἐπαινούμενος αἰσθήσομαι εἰ μὴ κακῶς ἀκούων ἀχθήσομαι." Ἐφιάλτης ὁ τῶν Ἀθηναίων δημαγωγὸς χειροτονηθεὶς προστάτης ὑπὸ τοῦ δήμου παρῃτήσατο τὴν φιλίαν τῶν ἑταίρων φάμενος μὴ δύνασθαι τὸ κοινὸν συμφέρον διαφυλάσσειν καὶ φιλίας δίκαια συντηρεῖν. Εὐμενὴς ὁ βασιλεὺς ἔλεγε τοῖς ἀδελφοῖς διὰ παντός "ἐὰν μὲν ὡς βασιλεῖ προφέρησθε ὡς ἀδελφοῖς ὑμῖν χρήσομαι, ἐὰν δὲ ὡς ἀδελφῷ ἐγὼ ὑμῖν ὡς βασιλεύς."