Ancient Greek
58 to 67
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 58-67
Not analysed yet
Ζήνων ὁ στωϊκὸς φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος τῶν γνωρίμων "πῶς ἂν μηδὲν ἄδικον πράττοιμεν;" εἶπεν· "ἐὰν διὰ παντὸς ὑπολαμβάνητέ μοι συμπαρεῖναι ὑμῖν." Ὁ αὐτὸς ἔφη τὴν μὲν ὅρασιν ἀπὸ τοῦ ἀέρος λαμβάνειν τὸ φῶς, τὴν δὲ ψυχὴν ἀπὸ τῶν μαθημάτων. Ζήνων ὁ Κιτιεὺς περιπεσὼν ναυαγίῳ καὶ τὰ ὄντα ἀπολέσας οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλ’ "εὖ γε," εἶπεν, "ὦ τύχη, ὅτι συνέστειλας ἡμᾶς εἰς τὸ τριβώνιον τοῦτο." Ζῆθι, ὦ ἄνθρωπε, μὴ μόνον ἵνα φάγῃς καὶ πίῃς, ἀλλ’ ἵνα τὸ ζῆν πρὸς τὸ εὖ ζῆν καταχρήσῃ. Ζητεῖν δεῖ ἄνδρα καὶ γuναῖκα καὶ τέκνα τὰ μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου παραμένοντα. Ὁ αὐτὸς ἔφη μὴ δεῖν ζητεῖν τοὺς ἀνθρώπους εἴ τινες ἐκ μεγάλης πόλεώς εἰσιν, ἀλλ’ εἰ μεγάλης πόλεως ἄξιοι. Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ἄριστος σύμβουλος ἔφη· "ὁ καιρός." Διαγόρας ἐν τῷ πλέειν χειμαζομένου τοῦ σκάφους καὶ τῶν ἐπιβατῶν λεγόντων ὅτι "διὰ τοῦ ἀνδρὸς τούτου ἀπολλύμεθα" δείξας πλησίον ἕτερον πλοῖον κινδυνεῦον εἶπε· "μήτι κἀκείνοις Διαγόρας συμπλέει;" Δεῖ τὸν ἀγαθὸν ἄνδρα μεμνῆσθαι μὲν τῶν γεγενημένων, πράττειν δὲ τὰ ἐνεστῶτα, περὶ δὲ τῶν μελλόντων ἀσφαλίζεσθαι. Δικαίαν μᾶλλον ἀποδέχου πενίαν ἢ πλοῦτον ἄδικον.