Ancient Greek
68 to 77
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 68-77
Not analysed yet
Ἡράκλειτος ὁ φυσικὸς εἶπεν· "οἴησις προκοπῆς ἐγκοπὴ προκοπῆς." Ὁ αὐτὸς τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς παιδευομένοις ἔλεγε. Ὁ αὐτὸς συντομωτάτην ὁδὸν ἔλεγεν εἰς εὐδοξίαν τὸ γενέσθαι ἀγαθόν. Ἡ εὔκαιρος χάρις ὥσπερ τροφὴ ἁρμόττουσα τὴν τῆς ψυχῆς ἔνδειαν ἀνύεται. Ἢ σιγὴν καίριον ἔχειν δεῖ ἢ λόγον ὠφέλιμον. Δίκαιος ὢν τὸ θεῖον ἕξεις σύμμαχον. Δεῖ πάντα μὲν ἀκούειν, ἐκλέγειν δὲ τὰ κρείττονα. Ὁ αὐτὸς θρασυνομένου τινὸς πρὸς αὐτὸν καὶ πλείονα εἰδέναι λέγοντος εἶπε· "νεανίσκε, ὅσον ἔλαιον ἐγὼ εἰς τὸν λύχνον ἀγρυπνῶν ἀνήλωσα τοσοῦτον οἶνον σὺ οὐ πέπωκας." Θεὸν σοφὸς σεβόμενος γινώσκεται ὑπὸ θεοῦ. Θυγάτηρ ἀλλότριον κτῆμα ὑπάρχει τῷ πατρί.