Ancient Greek
88 to 96
Corpus Parisinum, Pars Vi Cod Par Gr 1168 88-96
Not analysed yet
Ἱέρων ὁ Σικελὸς τύραννος Ξενοφάνους τοῦ Kολοφωνίου ποιητοῦ λέγοντος Ὅμηρον ἠρώτησεν αὐτόν· "πόσους ἔχεις οἰκέτας;" τοῦ δὲ εἰπόντος δύο καὶ τούτους μόγις τρέφειν "οὐκ αἰσχύνῃ," φησίν, "Ὅμηρον ψέγων ὃς μετηλλαχὼς πλείονας ἢ μυρίους τρέφει;" Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ὁ εὐδαίμων ἔφη· "ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος." Ὁ αὐτὸς ἐλέγε· "μεγάλους δεῖ λαμβάνειν μισθοὺς μαθητῶν τοὺς διδασκάλους παρὰ μὲν τῶν εὐφυῶν ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν ὅτι πολὺν κόπον παρέχουσιν." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστιν ἔργον ῥήτορος εἶπε· "τὰ μικρὰ μὲν μεγάλα ποιῆσαι, τὰ δὲ μείζονα μικρὰ τῷ λόγῳ." Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι ὁ δῆμος ὑπὸ τῶν ῥητόρων διαρπάζεται ἔφη· "τί θαυμαστὸν εἰ Κόρακος ἐφευρόντος τὴν ῥητορικὴν οἱ ἀπ’ ἐκείνου κόρακές εἰσιν;" Ὁ αὐτὸς κάλλος εἶπεν εἶναι τῆς ψυξῆς τὴν δικαιοσύνην. Ὁ αὐτὸς ὀνειδιζόμενος ὅτι πολλοὺς ῥητορεύειν διδάξας ἐπένετο εἶπεν· "οὔτε γὰρ ἐδίδαξα φιλαργυρεῖν." Ὁ αὐτὸς ἀκρόασιν ποιούμενος εἶπε τριῶν ἐστοχάσθαι· τοὺς συνετοὺς ὠφελῆσαι, τοὺς ἀπείρους διδάξαι, τοὺς φθονεροὺς λυπῆσαι. Ἰατρὸν καὶ φίλον ἡγοῦ τοὺς ἐν ἀνάγκαις σπουδαίους.