Ancient Greek
155.9 to 157.15
Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 155.9-157.15
Unproofread scanNot analysed yet
χθὴσι καὶ γοερῇ πᾶσ’ ἐδάκρυσε πόλις. καὶ χρόνον εἶπέ, γύναι, καὶ πόλεως ὅθεν εἶ. Τρισσὰς ἐκ δεκάδος δὲ πρὸς ἐξ ἐτῶν χρόνον ἤλθον, ἀνδρὶ λιποῦσα τέκνων ἀρσενόπαιδα γονάν· δισσὰ δὲ πατρὶ λιποῦσα καὶ ἱμερτῷ συνομεύνη, αὐτὰ ὑπὸ τριτάτῳ τόνδε λέλογχα τόπον. Ἄλλὰ σὺ παμβασιλεία θεά, πολυώνυμε Κούρα, τῶνδ’ ἄγ’ ἐπ’ εὐσεβέων χώρων, ἔχουσα χερὸς τοὺς δὲ παρερχομένους θεὸς τέρψιν τινὰ δώρη, εἴπασιν χαίρειν Σωκρατέαν κατὰ γῆς. 340 ΑΔΕΣΠΟΤΟΝ. Ὁ δῆμος Λεοντέι Εὐρυδίκου ἥρωι. —Νίκανδρος γενέτωρ, πατρίς Πάρος, ὄνομα δ’ ἦν Τὸν δ’ ἀρετὰν ἀμείψασα Λεοντέα Εὐρυδίκου τίμησεν πάτρα γυμνάδος ἐν τεμένει· ἄρτι γὰρ ἐκ χλαμύδος νεοπενηθὲς ὤχετ’ ἐς Ἅδα ὀκτωκαιδεκέτης, ματρὶ λιπὼν δάκρυα· δν στεφάνω τίμησε πόλις καὶ σήματι τῷδε μνᾶνους’ ἀγαθῶν καὶ προγόνων ἀρετάν. Ὦ μοίρας ἀτρυτοὶ ἀναγκαστήρες ἀτρακτοι, τὸν ἱερὸν πέμψατε’ εἰς δόμον εὐσεβέων. 341 ΑΛΛΟ. Ἐνθάδε Σώτηρον Χαιρωνέα χαλκεοτέχνην Σωκρατέα· φθιμένην Παρμενίων δ’ ἔθετο [μοι Αἰδηψὸ δ[άπε]δον τὸν φίλιον κα[τέχ]ει, ἀντ’ ἰδίας πατρ[ὶ]ς γ]ᾶρ ἐπῆγεν ἐνθ[άδε να]ῖ]ειν ταῖς ἰλαραῖς αἰ[ὲν ἥ]σι τερπόμενος. 342 ΑΛΛΟ. Σῆμα τόδ’ ἥρως [δ] πατὴρ παρὰ ταῖσδε πύλαισι Πυθικὸς ἵδρυσεν παιδὸς ἐπὶ φθιμένου, Ῥήτρου πα[σὶ φι]λοῦ, [κα]λοῦ, πινυτοῦ καὶ ἐσθλοῦ, τοῦ νεα[ροῦ, βιοτῆς τυτθὸν [ἐπαυρομένου]. σύλλεκτρος τύμβῳ με· χάριν δέ μοι ὅπασε τήνδε, εὐδόξων ζωὰς μνήμην καὶ ἄσσόμενος. Καὶ με πικρὰ νεαρῷο βρέφους ἀφύλακτος Ἐριννὺς αἰμορότοιο νόσου τερπνὸν ἔλυσε βίον· οὐδ’ ὑπ’ ἐμαῖς ὠδίσ τὸ νήπιον ἐς φῶς ἤγον, ἀλλ’ ὑπὸ γαστρὶ φίλα κεῖθεται ἐν φθιμένους. 343. ΑΛΛΟ. Παρθενόπην κύνα θάψεν ἄναξ ἐδς ἡ συνάθυρεν, ταύτην τετρωλῆς ἀντιδιδούς χάριτα. Ἔστ' ἀθλον στοργῆς ἄρα καὶ κυσίν, ὅς νῦ καὶ ἤδε εὐνοος οὖσα τροφεῖ σῆμα λέλογχε τόδε. Ἐς τοδ' ὁρῶν χρηστὸν ποιοῦ φίλον, ὅς σε προθύμως καὶ ζῶντα στέργοι καὶ νεκρὸν ἀμιέποι. 346. ΑΛΛΟ. . . . . . . . βιοτὴν [γ]αίη ἐν Ἀύσονή. Αἰεὶ δὲ μνήμη σε φυ[λά]ξομεν ὡς παρέοντα