Ancient Greek
167.10
Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 167.10
Unproofread scanNot analysed yet
Ἀλέξανδρος τοῦ Ἀγαθ[ί]νου. Μνη]μης ἕκατι τήνδε ὁ Ἀλέξανδρος σοφόν 401 ΑΛΛΟ. Ἀρλέκτους Ὑμέναιος ἐμῶν ἥειρατο πεύκας ἀμφὶ διπλῶν, ὅτε μοι φέγγος ἀνείχε, γάμων· ἄγε δυσὶν ζευχθεῖσα φίλος ξυνάοσι τέκνων οὐδὲ σὺν ὀπλοτέρῳ μακρὸν ἔτεινα βίον· ἀλλ' ὁ μὲν ἀκμαῖος στέργων ἐμὸν ὤλετο λέκτρον, τρισσὰ ἐν ἐμοῖς κόλποις ὀρφανὰ τέκνα λιπών· εἰς δὲ δόμους ἀέκουσα φίλον πάλιν ἤλυθον ἀνδρός, ὡς ὑμεῖς, ἀρχαίων κηδομένη λεχέων· ἀλλὰ καὶ ὁν ποθέουσα πλέον, φιλέοντα δὲ μεῖζον προῦλιπον ἀμφὶ διπλοῖς νηπιάχοισι πόσιν· τὸν δ' ἐμὸν ἐχθαίρων ἄδικον μόρον οἰκτρὰ γοᾶται τῆς ζωῆς τέκνων οὕνεκα φειδόμενος. Τίς δὲ χάρις ἀδάκρυτος, ὅταν φρενὶ πότμον ἀ[νέσχ]οι τὸν βαρύν, ὡς με τρίτῃ νυξ ἐμάρανε φάει; Ἡ δὲ με πρὶν σώζουσα πολὺστονος Εἰλειθυια πᾶσας ἀπρήκτους λοίσθιον ἔσχε λιτάς, ἀμφὶ δέ μ' ὠδίνεσσι δυσπαθέσιν μογέουσαν ὤπχ' Αἴδης ἐμπνοὺν εἰς μυχὸν εὐσεδέων. Οὕνεκα καὶ πρὸς τέκνα καὶ ἀνέρα, ὅσων ἀνέσχον εὐχὴν ἔξ ὅσίου, τέρμ' ἐπέδην βιωτῆς.