Ancient Greek
175.15 to 176.32
Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 175.15-176.32
Unproofread scanNot analysed yet
β. Μὴ μύρα, μὴ στεφάνους στήλη χαρίση· λίθος μηδὲ τὸ πῦρ φλέξεις· εἰς κενὸν ἡ δαπάνη. [ἐστίν· ζῶντι μοι, εἴ τι ἔχεις, μετάδος· τέφραν δὲ μεθύσκων πηλὸν ποιήσεις, κοῦχ ὁ θανὼν πίεται. Τοῦτ' ἔσομαι γὰρ ἐγώ· σὺ δὲ τούτοις γῆν ἐπιχώσας εἴφ' ὅτ' ἐγὼ οὐκ ἤν, τοῦτο πάλιν γέγονα. Ἀπίας Λεωφάντου, φύσει δὲ Ἡροστράτου χρηστῇ χαῖρε. Ἡρόστρατε Φιλώτου, χρηστὲ χαῖρε. Τίς ἥρα τύμβῳ τῷδ' ὑπέσσ'; —Ἥρόστρατος πατρὸς Φιλώτεω. —Τίς δέ τευ πάτρα; —Τέως. —Τέχνα; —Θαλασσοεργός. —Ἐντὶ τευ δόμοις παῖς; —Ὃν τύχα γε τερπνὸν ἐς βίου τέλος γέρας ποδαγέτησα. —Ποῦ δ' ἐτῶν ἕβας; —ἀριθμὸν ἑξάκοντα λειπόμεν τρισίν. —κοῦφα κόνις τοι. —Τίν δέ, ὁδίτ', ὁ λεώς πέλοι. 451 ΑΛΛΟ. Πέντε καὶ ἑξήκοντα ἐτῶν μέγα σῆμα καλύπτει Εὐτυχον οἰκονόμον πολλὴν φιλίην πορίσαντα. 452 ΑΛΛΟ. . . . . . . ἵχνεσι . . . . . . ον, ὁδίτα· χοῦρος ἐγὼ καλέω σε, θεῷ φίλος, οὐκέτι θνητός, [viator :454. ΑΛΛΟ. ὦ Μέλαν, ἥβης γὰρ σοι ἀπώλετο φιλάτατον ἄνθος. 456. ΑΛΛΟ. Ἡλικίῃ, μορφῇ, φρεσί, Μούσαις, σωφροσύνῃ τε, ἐν πᾶσιν πρέψασα κατὰ χθόνα, φῶς λίπες ἡμῖν, χάμ' ἐφυγες ποθέοντα, καὶ οὐκ ἐσάθροισας ἰοῦσα. Τοιγάρ ἐγὼ τόδε σῆμα φίλοις σταθμίσων ἔτευξα, ὅφρα σε καὶ νέκυν οὖσαν ἐμοὶ μελαθροῖσιν ὁρῶην, ὀνόμαό μοι γλυκύ, Μέσαι, ἀειμνήστην παράκοιτι. 457. ΑΛΛΟ. Τὸν σοφίῃ προύχοντα, καὶ εὐτεκνίας ἀροτήρα, Τίς ἦν σ' ὁ θρέψας; —ἦν Κίλιξ Ἀθηναῖος. τὸν πατέρ' ἡμέτερον πολλοῖσι χρόνοις γεγασώτα, τὸν τρίς ἀριστεύσαντα, σὺν ἐντίμοισι φίλοισιν Εὐτόνιοι παῖδες πατέρ' Εὐτόνιον τεθνεῶτα πολλάκις ὀμνήσωμεν ἐνὶ στήλασι γραφέντα. 458. ΑΛΛΟ. Θ. Κ. Ἄνθος] δρᾶς γαίης τὸ ποθούμενον ἐν στεφέςσιν· οὔνομά μοι τοῦ' ἐφυ· Ὑάκινθος ἐνθάδε κείμαι. 459. ΑΛΛΟ. Μήπω γευσάμενος ἥβης ὤλισθον ἐς Ἅιδου —Χρηστὸν τὸ θρέμμα, τίς καλῆ; —Νοιμήνιος. δάκρυα καὶ στοναχὰς λείψας αἰῶνι γονεύσιν· δύσμορος οὐδ' ἐνόησα βροτῶν ψῦσαι βιότοιο. Ἑπτὰ μόνους λυκάβαντας δῶ καὶ μήνας ἐξῆσα, ὧν τρεῖς ἐξετέλουν Διονύσῳ ὄργια βάζων. Ἡρόφιλον δ' ἐκάλουν με πατὴρ καὶ πότνια μήτηρ.