Ancient Greek
367.10
Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 367.10
Unproofread scanNot analysed yet
414. ΑΛΛΟ. [Εἰς τὸν αὐτόν.] Φῶς, πνεῦμα, νοῦς, πῦρ καὶ φλογωδέες σοι ξίφος. 411. ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ [μητροπολίτου ἐπισκόπου.] Ἐπιστορήσας τοὺς σοφοὺς διδασκάλους, καὶ τὸν Θεοδώρητον αὐτοῖς συγγράψω, ὡς ἄνδρα θεῖον, ὡς διδάσκαλον μέγαν, ὡς ἀκοάδακτον ὀρθοδοξίας στύλον. Ἄν δ᾽ ἐκλονήθῃ μικρὸν ἐκ τινος τύχης, ἄνθρωπος ἦν, ἄνθρωπε· μὴ κατακρίνης· οὐ γὰρ τοσοῦτον δυσσεβὴς ἦν ὁ κλόνος, ὅσον μετεῖχε τῆς ἐριστικῆς βίας. Τί γάρ; Κύριλλον πανταχοῦ νικᾶν ἔδει, καὶ δογματιστὴν ὄντα καὶ λογογράφον· ὅμως δὲ τοῦτο καὶ διώρθωται πάλιν· τὰ δ᾽ ἄλλα πάντα τῶν μεγίστων ποιμένων βλέπων τὸν ἄνδρα μηδενὸς λελειμμένον, ἐνταῦθα τοῦτοις εἰκότως συνεγγράφω.