Ancient Greek
405.7
Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 405.7
Unproofread scanNot analysed yet
30 ΑΡΙΦΡΟΝΟΣ ΣΙΚΥΩΝΙΟΥ. β. Ὑγίεια, πρεσβίστα μαχάρων, μετὰ σοῦ ναίωμι τὸ λειπόμενον βιοτάς, σὺ δέ μοι πρόφρων σύνοικος εἴης. Εἰ γὰρ τις ἢ πλοῦτου χάρις, ἢ τεκέων, τὰς ἰσοδαίμονός τ᾽ ἀνθρώποις βασιληίδος ἀρχῆς, ἢ πόθων, οὐς χρυφίοις Ἀφροδίτας ἄρχυσιν θηρύομεν, ἢ εἰ τις ἄλλα θεόθεν ἀνθρώποισι τέφ[ι]ς, ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σοῦ, μάχαρ᾽ Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων ἑαρ. Σέθεν δὲ χωρὶς οὐ τις εὐδαίμων [ἑφυ].