Ancient Greek
463.4 to 464.41
Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 463.4-464.41
Unproofread scanNot analysed yet
θῆμις δ' ἀπέστη καὶ δίκη καὶ πᾶν χαλόν, μελαμφοροῦσαν καὶ κατηφείας ὅλην· «Τί δ',» ἠρόμην, «πέπονθας;» Ἡ δὲ· «νῦν ἔγνως· «τόλμα, φρόνησις, γνῶσις ἐν ταῖς γωνίαις· «ἄγνοια δ' ἄρχει καὶ μέθη καὶ δειλία. »παρρησιάζεται δὲ νῦν πανουργία, καὶ ψεῦδος ἄρχει, καὶ τυραννὶς καὶ βία· ἔρπει δὲ πρὸς πᾶν θεῖον ἔργον ὁ φθόνος, τῆς δυσσεβείας ἠνέωχται τὸ στόμα· βοᾷ δὲ χαυνὸν ἡ Χάρυβδις τῆς πλάνης, . ΑΛΛΟ. καὶ τοὺς ἀγῶνας, οὓς καθ' Ἑλλήνων ἔτλη φλυαρίαν τὰ τῶνδε μαχρῶν δεικνύνων· ὅπως Ἰουδαίων τε δυσσεβῆ πλάνην ἀναιρετικοῖς ἐχθριαθεὺς λόγους, τῶν μαρτύρων ἀγῶνας ὡς μεγαλύνει, τῶν αἱρετικῶν ὡς ἀναιρεῖ τὸ στίφος, πρὸς πᾶν ὅπως χρήσιμος εἰς Θεοῦ σέβας. Ἰδεῖ σε ταῦτα γινώσκοντα καὶ πλέω μὴ λεξιθηρεῖν κατ' Ἰουδαίους ἴσως, καὶ μὴ νοοῦντα τὸν νόον τῶν λέξεων, Πρὸς τὸν σχολιογράφον οἱ στίχοι, ξένε. ὕβρεις καταχεῖν τοῦ τοσοῦτον τὸν λόγον. . ΑΔΗΛΟΝ. Εἰς τὰς ἔ φωνὰς καὶ τὰς ἰ κατηγορίας. Μόλις διαδρὰς τῶν σοφιστῶν τὰς δίκας, σοφοῖς δὲ μᾶλλον προσθάλων ὡς ἡμέρους, φωνῶν ἐπλήσθην καὶ κατηγορημάτων· «οὐκ ἔστιν, ἔστι, πρὸς τι, ποῖον, ποῦ, πότε, «πάσχουσι, δράσιν »· ὡς θέλουσι, μυρία. Στρέφουσι πάντα, συγχέουσι τὰς φύσεις, ὡς ἐξ ἑαυτῶν πλάττουσι τραγελάφους, α'. Ὁ τίς ὀβρίζεις; τὸν τίνα; βαβαὶ θράσσους; τὸν οὐρανὸν γῆν, τὸ ξύλον φασὶ λίθον, ὕλην ἄμορφον εἶδος ὕλην οὐκ ἔχον, κόσμους ἀπείρους ἰδέας πρὸ τῶν ὅλων. Οἱ τῆς Στοᾶς βάλλουσιν Ἀκαδημίαν, Πύρρωνας οὕτοι, πάντας ὁ Σταγειρίτης, ἄλλοι δὲ τοῦτον Φοινικέας τε καὶ Σύροι. Τίς νοῦς τοσαύτας ἐνστάσεις διαδράμοι, ἔθνη τοσαῦτα καὶ φάλαγγας δυσμάχους, γινῶναι τὰ κρυπτὰ τῶν ὅλων ζητῶν βάθη; καὶ τὰ σαφῶν τίς ἔσχε φυρμὸν αὐτίκα. ὁ μηδὲ καὶ μῦς τὸν λέοντα πρὸς μάχην Ἐν γνώσεως φῶς, Χριστέ, μου, σὺ μοι μόνος γνῶσις τελεία, μᾶλλον εἰδέναι μόνον· Σὲ δημιουργὸν οὐσιῶν, χρόνων, τόπων, ἄρρητον ὡς ἀληπτον, ἕν τε καὶ τρία, ἀφεὶς τὰ πάντα, τοῦτο καὶ μόνον λέγω.