Ancient Greek · ~7 min
10 to 18
CRATERUS MACEDO, Fragmenta 10-18
Not analysed yet
Ἄνδρων. Ἀντιφῶν ἐν τῷ Πρὸς τὴν Δημοσθένους ἀντιγραφήν. Ἄνδρωνά φησιν εἶναι Κράτερος ἐν θ ́ τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. Ἦν δὲ εἷς τῶν υ ́ ὁ Ἄνδρων. τῶν ἐν Σάμῳ στρατηγῶν] Δίδυμος καὶ Κράτερός φασι ταῦτα αἰνίττεσθαι εἰς Φρύνιχον τὸν Στρατωνίδου. Ἐκακοηθεύσατο γὰρ πρὸς τὸν δῆμον ἐν Σάμῳ στρατηγῶν· ὥστε ἐψηφίσατο κατ ̓ αὐτοῦ ὁ δῆμος δημόσια εἶναι τὰ Φρυνίχου χρήματα καὶ τῆς θεοῦ τὸ δέκατον μέρος, καὶ τὴν οἰκίαν κατεσκήλῃ χαλκῇ. Νύμφαιον. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντός φησι· «Νύμφαιον τὸ ἐν Πόντῳ.» Κράτερος δὲ ἐν θ ́ τῶν Ψηφισμάτων φησὶν ὅτι Ἀθηναίοις τὸ Νύμφαιον ἐτέλει τάλαντον. Ἀρταῖα. Ἔστι καὶ Ἀρταίου τεῖχος πολίχνιον ἐπὶ τῷ Ῥυνδακῷ ποταμῷ, ὡς Κράτερος ἐννάτῳ Περὶ ψηφισμάτων. Τὸ ἐθνικὸν Ἀρταιοτειχίτης. Ληψήμανδος, πολίχνιον Καρίας, τὸ ἐθνικὸν Ληψημανδεύς. Κράτερος ἐννάτῳ Περὶ ψηφισμάτων. Ἀττικὸς πάροικος· Δοῦρις (fr. 68) . . . Κράτερος δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι (φησίν) . . . Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον καὶ ἐκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν. Χαλκητόριον, πόλις Κρήτης. Ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ Χρονικῶν· μεθ ̓ οὗ Χαρίδημος ἦν φυγάς Χαλκητορεύς. Κράτερος δὲ ἐν τῷ Περὶ ψηφισμάτων Χαλκήτορας αὐτούς φησι. Ἐστὶ καὶ Καρίας Χαλκεῖα, ὗς τὸ ἐθνικὸν Χαλκειάτης, ὡς Κρατέρῳ δοκεῖ. Ἀρκτεῦσαι Λυσίας ἐν τῷ Ὑπὲρ Φρυνίχου θυγατρὸς, τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι τῇ Μουνυχίᾳ ἢ τῇ Βραυρωνίᾳ. Τὰ δὲ συντείνοντα εἰς τὰ προκείμενα εἴρηται παρά τε ἄλλοις καὶ Κρατέρῳ (sci Mausacus; Κρατίνῳ libri) ἐν τοῖς Ψηφίσμασιν. Ὅτι δὲ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψιπύλῃ, Ἀριστοφάνης Λημνίοις καὶ Λυσιστράτῃ. Κράτερος δέ φησιν, ὁ Ἀντιγόνου τοῦ βασιλέως ἀδελφὸς, γινώσκειν τινὰ ἄνθρωκον, ὃν ἐν ἑπτὰ ἔτεσιν παῖδα γενέσθαι καὶ μειράκιον καὶ ἄνδρα καὶ γέροντα, καὶ γήμαντα καὶ παιδοποιησάμενον ἀποθανεῖν.