Ancient Greek · ~5 min
Dfhg-Source dfhg2_CRATERUS_MACEDO
CRATERUS MACEDO, Fragmenta 6
Not analysed yet
Τελευτῆσαι δ ́ Ἀριστείδην οἱ μὲν ὲν Πόντῳ φασίν ἐκπλεύσαντα πράξεων ἕνεκα δημοσίων, οἱ δ ̓ Ἀθήνησι γήρᾳ τιμώμενον καὶ θαυμαζόμενον ὑπὸ τῶν πολιτῶν. Κράτερος δ ̓ ὁ Μακεδὼν τοιαῦτα τινα περὶ τῆς τελευτῆς τοῦ ἀνδρὸς εἴρηκε. Μετὰ γὰρ τὴν Θεμιστοκλέους φυγήν φησιν ὥσπερ ἐξυβρίσαντα τὸν δῆμον ἀναφῦσαι πλῆθος συκοφαντῶν, οἲ τοὺς ἀρίστους καὶ δυνατωτάτους ἄνδρας διώκοντες ὑπέβαλλον τῷ φθόνῳ τῶν πολλῶν ἐπαιρομένων ὑπ ̓ εὐτυχίας καὶ δυνάμεως. Ἐν τούτοις καὶ Ἀριστείδην ἁλῶναι δωροδοκίας, Διοφάντου τοῦ Ἀμφιτροπῆθεν κατηγοροῦντος, ὡς, ὅτε τοὺς φόρους ἔπραττε, παρὰ τῶν Ἰώνων χρήματα λαβόντος, ἐκτῖσαι δ ̓ οὐκ ἔχοντα τὴν καταδίκην πεντήκοντα μνῶν οὖσαν ἐκπλεῦσαι καὶ περὶ τὴν Ἰωνίαν ἀποθανεῖν. Τούτων οὐδὲν ἔγγραφον ὁ Κράτερος τεκμήριον παρέσχεν, οὔτε δίκην οὔτε ψήφισμα, καίπερ εἰωθὼς ἐπιεικῶς γράφειν τὰ τοιαῦτα καὶ παρατίθεσθαι τοὺς ἱστοροῦντας. Οἱ δ ̓ ἄλλοι πάντες, ὡς ἔπος εἰπεῖν, ὅσοι τὰ πλημμεληθέντα τῷ δήμῳ περὶ στρατηγοὺς διεξίασι, τὴν μὲν Θεμιστοκλέαους φυγὴν καὶ τὰ Μιλτιάδου δεσμὰ καὶ τὴν Περικλέους ζημίαν καὶ τὸν Πάχητος ἐν τῷ δικαστηρίῳ θάνατον ἀνελόντος αὑτὸν ἐπὶ τοῦ βήματος, ὡς ἡλίσκετο, καὶ πολλὰ τοιαῦτα συνάγουσι καὶ θρυλοῦσιν, Ἀριστείδου δὲ τὸν μὲν ἐξοστρακισμὸν παρατίθενται, καταδίκης δὲ τοιαύτης οὐδαμοῦ μνημονεύουσι.