Ancient Greek
29
Crates Comic., Fragmenta 29
Unproofread scanNot analysed yet
σκυτίνῃ πότ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντιὰς χελώνῃ πευκίνοισι κύμασιν, καρκίνοι ποδήνεμοί τε καὶ τανύπτεροι λύκοι ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα. παί’ ἐκεῖνον, ἄγχ’ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα; Athenaeus 3, 117b παρέλιπεν ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν· σκυτίνῃ κτλ. 2 ποντιὰς χελώνῃ] ποντίας χελώνης Erfurdt. Observ. 450. 3 ποδήνεμοι malebat Meinek.] ποδάνεμοι. 5 ἐν Κέῳ τίς Porsonus] ἐγκαιῶτις A. Hesych. ἐν Κέῳ τίς ἡμέρα; ἐπὶ τῶν οὐκ εὐγνώστων. οὐδεὶς γὰρ οἶδεν ἐν Κέῳ τίς ἡμέρα, ὅτι οὐχ ἑστᾶσιν αἱ ἡμέραι, ἀλλ’ ὡς ἕκαστοι θέλουσιν ἄγουσιν. cf. Append. prov. (Leutsch I) 2, 61. traduxit Cratetis commentum Aristoph. fr. 333.