Ancient Greek · ~2 min
Play The
Crates Comic., Fragmenta 1
Not analysed yet
Ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ' οὐδὲ δούλην.
Β. ἀλλ' αὐτὸς αὑτῷ δῆτ' ἀνὴρ γέρων διακονήσει;
Α. οὐ δῆθ'· ὁδοιποροῦντα γὰρ τὰ πάντ' ἐγὼ ποιήσω.
Β. τί δῆτα τοῦτ' αὐτοῖς πλέον; Α. πρόσεισιν αὔθ' ἕκαστον
τῶν σκευαρίων, ὅταν καλῇ τι. παρατίθου τράπεζα.
αὕτη, παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε.
ἔγχει κύαθε. ποὖσθ' ἡ κύλιξ; διάνιζ' ἰοῦσα σαυτήν.
ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
ἰχθὺ βάδιζ'. ἀλλ' οὐδέπω 'πὶ θάτερ' ὀπτός εἰμι.
οὔκουν μεταστρέψας σεαυτὸν ἁλσὶ πάσεις ἀλείφων;