Ancient Greek · ~2 min
Play Eif, lines Fragment tit-5
Crates Comic., Fragmenta Fragment tit-10-5
Not analysed yet
EX INCERTIS FABULIS.
Ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα,
οὗ μὴ τυχόντι θάνατός ἐσθ' ἡ ζημία,
οὗ πάντες ἐπιθυμοῦμεν· ἂν δ' ἔλθῃ ποτέ,
ἀνιώμεθ'· οὕτως ἐσμὲν ἀχάριστοι φύσει.
Ὁ γὰρ χρόνος μ' ἔκαμψε, τέκτων μὲν σοφός,
ἅπαντα δ' ἐργαζόμενος ἀσθενέστερα.
Ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιόν ἐστ', ὦ θεοί.
καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ' ἐφρόντιζ' οὐδὲ ἕν.
Πάνυ γάρ ἐστιν ὡρικώτατα
τὰ τιτθί' ὥσπερ μῆλον ἢ μιμαίκυλα.
Ἀλλὰ σικύαν ποτιβάλλω σοι, καναταλὴς ἀποσχάσω.