Ancient Greek · ~1 min
Fragment 347
Crates Poet. Phil., Fragmenta et titulus 347
Not analysed yet
καὶ μὴν Στίλπων' εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα
ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
ἔνθ' ὅ γ' ἐρίζεσκεν, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι,
τὴν δ' ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.