Ancient Greek · ~2 min
Fragment 359
Crates Poet. Phil., Fragmenta et titulus 359
Not analysed yet
⊗Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,
Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ.
χόρτον ἐμῇ συνεχῶς δότε γαστέρι, ἥ τέ μοι αἰεὶ
χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον
<>ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερόν, τίθετε.
χρήματα δ' οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον
μύρμηκός τ' ἄφενος κρήματα μαιόμενος·
ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν
εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν.
τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ' ἁγνὰς
οὐ δαπάναις τρυφεραῖς, ἀλλ' ἀρεταῖς ὁσίαις.