Ancient Greek
Fragment 3
Crates Poet. Phil., Fragmenta 3
Not analysed yet
καὶ μὴν Στίλπων' εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα
ἐν Μεγάροισ', ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
ἔνθ' ἔτ' ἐρίζεσκεν, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι·
τὴν δ' ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.